Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.295 Joseph. AJ 19.301 (English) >>Joseph. AJ 19.308

19.299

Καταστησάμενος δὲ τὰ περὶ τοὺς ἀρχιερεῖς οὕτως βασιλεὺς τοὺς Ἱεροσολυμίτας ἠμείψατο τῆς εἰς αὐτὸν εὐνοίας· ἀνῆκε γοῦν αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας, ἐν καλῷ τιθέμενος ἀντιδοῦναι τοῖς ἠγαπηκόσιν στοργήν. ἔπαρχον δὲ ἀπέδειξεν παντὸς τοῦ στρατεύματος Σίλαν ἄνδρα πολλῶν αὐτῷ πόνων συμμετασχόντα. 19.300παντάπασιν δὲ ὀλίγου χρόνου διελθόντος Δωρῖται νεανίσκοι τῆς ὁσιότητος προτιθέμενοι τόλμαν καὶ πεφυκότες εἶναι παραβόλως θρασεῖς Καίσαρος ἀνδριάντα κομίσαντες εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν ἀνέστησαν. 19.301σφόδρα τοῦτο Ἀγρίππαν παρώξυνεν· κατάλυσιν γὰρ τῶν πατρίων αὐτοῦ νόμων ἐδύνατο. ἀμελλητὶ δὲ πρὸς Πούπλιον Πετρώνιον, ἡγεμὼν δὲ τῆς Συρίας οὗτος ἦν, παραγίνεται καὶ καταλέγει τῶν Δωριτῶν. 19.302 δʼ οὐχ ἧττον ἐπὶ τῷ πραχθέντι χαλεπήνας, καὶ γὰρ αὐτὸς ἔκρινεν ἀσέβειαν τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτʼ ἔγραψεν· 19.303Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει. 19.304ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι διάταγμα Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ περὶ τοῦ ἐφίεσθαι Ἰουδαίους φυλάσσειν τὰ πάτρια πεισθῆναι ὑμᾶς αὐτῷ, 19.305τἀναντία δὲ πάντα πρᾶξαι, συναγωγὴν Ἰουδαίων κωλύοντας εἶναι διὰ τὸ μεταθεῖναι ἐν αὐτῇ τὸν Καίσαρος ἀνδριάντα, παρανομοῦντας οὐκ εἰς μόνους Ἰουδαίους, ἀλλὰ καὶ εἰς τὸν αὐτοκράτορα, οὗ ἀνδριὰς βέλτιον ἐν τῷ ἰδίῳ ναῷ ἐν ἀλλοτρίῳ ἐτίθετο καὶ ταῦτα ἐν τῷ τῆς συναγωγῆς τόπῳ, τοῦ φύσει δικαιοῦντος ἕνα ἕκαστον τῶν ἰδίων τόπων κυριεύειν κατὰ τὸ Καίσαρος ἐπίκριμα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.295 Joseph. AJ 19.301 (English) >>Joseph. AJ 19.308

Powered by PhiloLogic